Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.25 Joseph. AJ 15.31 (English) >>Joseph. AJ 15.37

15.29τούτων ἀπενεχθέντων πρὸς Ἡρώδην οὐκ ἀσφαλὲς ἔκρινεν ὥρᾳ τε κάλλιστον ὄντα τὸν Ἀριστόβουλον (ἑκκαιδεκαέτης γὰρ ὢν ἐτύγχανεν), καὶ γένει προύχοντα πέμπειν παρὰ τὸν Ἀντώνιον, ἰσχύοντα μὲν ὡς οὐκ ἄλλος ἐν τῷ τότε Ῥωμαίων, ἕτοιμον δὲ τοῖς ἐρωτικοῖς αὐτὸν ὑποθεῖναι καὶ τὰς ἡδονὰς ἀπαρακαλύπτως ἐκ τοῦ δύνασθαι ποριζόμενον. 15.30ἀντέγραψεν οὖν ὡς, εἰ μόνον ἐξέλθοι τῆς χώρας τὸ μειράκιον, ἅπαντα πολέμου καὶ ταραχῆς ἀναπλησθήσεται Ἰουδαίων ἐλπισάντων μεταβολὴν καὶ νεωτερισμὸν ἐπʼ ἄλλῳ βασιλεῖ. 15.31

Τούτοις δὲ παραιτησάμενος τὸν Ἀντώνιον ἔγνω μὴ μέχρι παντὸς ἀτιμάζειν τὸν παῖδα καὶ τὴν Ἀλεξάνδραν, ἀλλὰ καὶ τῆς γυναικὸς Μαριάμμης ἐγκειμένης λιπαρῶς ἀποδοῦναι τἀδελφῷ τὴν ἀρχιερωσύνην, καὶ συμφέρειν αὐτῷ κρίνων, ἵνα μηδʼ ἀποδημῆσαι δυνατὸν τετιμημένῳ, σύλλογον ποιήσας τῶν φίλων ᾐτιᾶτο πολλὰ τὴν Ἀλεξάνδραν, 15.32κρύφα τε ἐπιβουλεῦσαι λέγων τῇ βασιλείᾳ καὶ διὰ τῆς Κλεοπάτρας πράττειν, ὅπως αὐτὸς μὲν ἀφαιρεθῇ τὴν ἀρχήν, τὸ δὲ μειράκιον ἀντʼ αὐτοῦ παραλάβῃ τὰ πράγματα διʼ Ἀντωνίου. 15.33καὶ ταῦτα βούλεσθαι μὲν ἐκείνην οὐ δικαίως, ὁπότε καὶ τὴν θυγατέρα συναποστεροίη τῆς οὔσης αὐτῇ τιμῆς καὶ ταραχὰς ἐπὶ τῇ βασιλείᾳ πραγματεύοιτο, πολλὰ πονήσαντος αὐτοῦ καὶ κτησαμένου κινδύνοις οὐ τοῖς τυχοῦσιν. 15.34οὐ μὴν ἀπομνημονεύσας αὐτὸς ὧν οὐ καλῶς ἐκείνη πράξειεν ἀποστήσεσθαι τοῦ δίκαιος εἶναι περὶ αὐτούς, ἀλλὰ καὶ νῦν ἔφη διδόναι τῷ παιδὶ τὴν ἀρχιερωσύνην καὶ πάλαι προκαταστήσασθαι τὸν Ἀνάνηλον παιδίου παντάπασιν ὄντος Ἀριστοβούλου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.25 Joseph. AJ 15.31 (English) >>Joseph. AJ 15.37

Powered by PhiloLogic